Ancient Greek · ~2 min
Section 62
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 62
Not analysed yet
xiv 15—17 [Τί οὖν ἐστιν; προσεύξωμαι τῷ πνεύματι, προσεύξωμαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται.] [Ὠριγένους] Καὶ διὰ τούτων τὸ κοινωφελὲς τῆς ἐκκλησίας διδασκόμεθα ζητεῖν.