Ancient Greek · ~29 min
Section 84
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 84.1
Not analysed yet
xv 20—23 [Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.] [Ὠριγένους] Ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες τὴν ἐκκλησιαστικὴν πίστιν καὶ μυκτηρίζοντες ὡς ἀνοήτων πίστιν ἀθετοῦσιν τῷ ἔργῳ, εἰ καὶ μὴ τῷ λόγῳ, μὴ γίνεσθαι ἀνάστασιν λέγοντες ὡς ἡ ἐκκλησία πιστεύει· ὅρα πῶς αὐτοῖς ἀπαντητέον ἐκ τῆς ἀποστολικῆς ταύτης λέξεως καὶ ἐξ ἄλλων δὲ μυρίων. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἢ οὐ; ἀλλὰ περὶ τούτου πᾶσα αἵρεσις συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκος δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκός ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν αὐτοῦ τῇ ἀναστάσει τῶν ἀνισταμένων. οἷον· πρωτότοκός ἐστι Ῥουβίμ, υἱὸς ὢν τοῦ Ἰακώβ, ὁμογενῶν τῶν ἀδελφῶν ὄντων· οὐ γὰρ ἄλλης φύσεως ὁ Ῥουβὶμ καὶ ἄλλης φύσεως ὁ Συμεὼν ἢ ὁ Λευῒ καὶ οἱ ἑξῆς. καὶ ἐπὶ τῶν ἄλλων πρωτοτόκων τὸ αὐτό. εἰ τοίνυν καὶ ὁ Ἰησοῦς πρωτότοκός ἐστιν ἐκ νεκρῶν, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν τῶν ἀνισταμένων. εἰ δὲ ἐκεῖνος μὲν ἐφόρεσε σῶμα, καὶ ἡ ἀνάστασις αὐτοῦ μετὰ σώματος ἦν ὥστε αὐτὸν καὶ φαγεῖν ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. ἄλλως δὲ ἀνίστανται, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ ἀνιστάμενοι τῶν πιστευόντων εἰς τὸν χριστόν. οὐ δύνανται παραστῆσαι πῶς Ἰησοῦς πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν. εἰ γὰρ σύμμορφοι γεγόναμεν τῷ θανάτῳ τοῦ χριστοῦ, καὶ τῆς ἀναστάσεως αὐτοῦ σύμμορφοι ἐσόμεθα· καὶ πῶς διδάσκει λέγων ὁ Παῦλος Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ χριστοῦ. Ἀναιδῶς τοίνυν τινὲς παραδέχονται μὲν ὅτι ἐγήγερται Χριστὸς ἐκ νεκρῶν, λέγουσι δὲ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν. διὸ φησὶν ὁ ἀπόστολος Εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; κἂν μὴ τῷ στόματι λέγῃ τις, τῇ δὲ καρδίᾳ λέγει Ἀνάστασις νεκρῶν οὐκ ἔστιν, δυνάμει ἀθετεῖ καὶ τὴν Ἰησοῦ Χριστοῦ ἀνάστασιν. εἰ γὰρ τὸ καθολικὸν ψεῦδος, δῆλον ὅτι περιέχεται ἐν τῷ καθολικῷ καὶ ὁ εἷς ἀναστὰς ἐκ νεκρῶν. εἰ γὰρ οὐκ ἐγείρονται οἱ νεκροί, γέγονε δὲ καὶ ἐν νεκροῖς ὁ Ἰησοῦς, οὐκ ἐγήγερται οὐδὲ ὁ Ἰησοῦς· εἰ δὲ ἐκεῖνος ἐγήγερται, δι' ἐκείνου δηλοῦται ἡ ἀνάστασις τῶν νεκρῶν· εἰ μὴ τῷ ἀδυνάτῳ τοῦ πράγματος καθ' αὑτὸ ἀπιστῶμεν, ἐπιλανθανόμενοι τίς ὁ ἐπαγγειλάμενος. τί γὰρ ὡς ἐν ἀδυνάτοις, ἵν' οὕτως εἴπω, ἀδυνατώτερον τὸ ζωοποιηθῆναι τὸ σῶμα ἢ οὐρανὸν ἐξ οὐκ ὄντων γενέσθαι ἢ ἥλιον ἢ τὰ λοιπὰ τῶν κτισμάτων; Ἐλθὲ δὲ καὶ ἐπ' αὐτὴν τὴν τοῦ ἀνθρώπου ἀρχήν· ἀναπόλ<η>σον αὐτοῦ τὴν ἀρχήν. δείκνυταί σοι σπέρμα ἀνθρώπου· εἰ ἔλεγέν τις Τοῦτο τὸ σπέρμα ἄνθρωπος ἔσται, μορφωθήσεται, ὀστᾶ ἔσται, ἀπὸ τούτου σάρκες, νεῦρα, φλέβες· περιπατήσει· ἀπὸ τούτου τοῦ σπέρματος τοῦ βραχέος, τοῦ εὐτελοῦς, ἄνθρωπος ἐπὶ γῆς διεγηγερμένος χρήσεται ὀργάνοις· οὐκ ἂν ἐλέγομεν ἀνόητον εἶναι τὸν ταῦτα ἡμῖν κηρύσσοντα, εἰ μὴ πεῖραν εἰλήφαμεν τούτου; ἵν' οὖν τολμήσω καὶ παραστήσω σοι τὴν ἀνάστασιν, καὶ μᾶλλον αὐτὴν παραδέξῃ πιστεύσας τῇ τελειότητι τοῦ θεοῦ. ὅπερ ἐκεῖνο τὸ σπέρμα ἦν πρὸς τοῦτο τὸ σῶμα τὸ ἐνεστηκός, νῦν τὸ παρεστηκός, τὸ γενικόν, τὸ σπεῖρον, τὸ ὄργανον γενόμενον λόγων καὶ ἔργων τῶν κατὰ δικαιοσύνην, τοῦτο τὸ σῶμα πρὸς ἐκεῖνο γίνεται· Ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ καὶ διασαπῇ, ἐκ τῆς διασήψεως τοῦ κόκκου τοῦ σίτου στάχυς ἑκατοντ<άκι>ς γίνεται. ὅτι γὰρ τὸ σῶμά σου σπέρμα ἐστὶ τοῦ ἀναστησομένου, ἄκουε Παύλου λέγοντος· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ὁρᾷς ὡς ἐκεῖ ἐπὶ τοῦ σπέρματος εὐτελές <τι> καὶ οὐδενὸς λόγου ἄξιον ἐσπάρη, καὶ ἐγήγερται ἄνθρωπος ὡραῖος καὶ καλός· τὸν αὐτὸν τρόπον τοῦτο τὸ νεκρὸν κόκκος ἐστὶ σίτου τῷ θεῷ ὡς τὸ προαναστησόμενον. ὥσπερ οὖν εὐπόρησεν ὁ θεὸς ἀπὸ τοῦ κόκκου τοῦ σίτου στάχυν ποιῆσαι—οὐκ ἔξωθεν τῶν ἀφορμῶν τῶν ἐν τῷ σπέρματι τῷ βραχεῖ· ἀπὸ γὰρ ἐκείνου ἤγειρεν τὸν στάχυν, καὶ ἀφ' ἑκάστου σπέρματος ἐγείρει τὸ δυνάμει ἐνυπάρχον τῷ σπέρματι—οὕτως ἀπὸ σπέρματος μὲν ἀνθρώπου κατὰ τὴν ἀρχὴν γέγονεν οὗτος ὁ ἄνθρωπος. ἐὰν δὲ ἀποθάνῃ τὸ σῶμα αὐτοῦ, σπέρμα γίνεται τοῦ ἀναστησομένου ἐκ νεκρῶν ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. τὸ ἄπιστον δὲ τῇ ἀναστάσει τῇ ἀπὸ τῶν νεκρῶν ἴσον ὑπέλαβεν εἶναι ὁ ἀπόστολος τ<ῷ> μὴ πιστεύειν ὅτι ἐσόμεθα τὴν ἀρχὴν μετὰ τὴν ἔξοδον. διὸ τοῖς <μὴ> πιστεύουσιν ἀνάστασιν ἔσεσθαι νεκρῶν φησιν, ὡς μὴ ἄλλης κατ' αὐτοὺς ζωῆς παρὰ τὴν ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι ἐσμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν νεκρῶν, μηδὲ ζωῆς ὑπαρχούσης κατὰ τὸν βίον τοῦτον, φησὶ Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς. δηλοῖ δὲ καὶ ἡ αἵρεσις τῶν Σαδδουκαίων ἀθετούντων τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι ἀκολουθεῖ αὐτοῖς τὸ μηδὲ ζῆν ὑμᾶς μετὰ τὴν παροῦσαν ζωήν. διόπερ ὁ Σωτὴρ πρὸς αὐτοὺς ἀπὸ τοῦ νόμου μόνον παράδειγμα λαμβάνει περὶ τοῦ εἶναι ἀνάστασιν τὴν ἐκ νεκρῶν ῥητὸν λέγ<ω>ν Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε ὅτι ὁ θεὸς εἶπεν ἐπὶ τῆς βάτου λέγων Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰακώβ; θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. Ἡ ἀπαρχὴ πολλῶν ἐστιν ἀπαρχή. ὡς δὲ ἐπὶ παραδείγματος τῶν ἐν τῷ νόμῳ εἴδομεν· ἀπαρχὴ ἀναφέρεται σίτου ὑπὸ τῶν σῖτον θερισάντων· καὶ φέρε εἰπεῖν οἴνο<υ> ὑπὸ τῶν οἶνον τρυγησάντων· καὶ ἐλαίου ἀπὸ τῶν ἐλαίαν ἐκθλασάντων· οὕτω<ς> εἴπερ ὁ κύριος ἡμῖν Ἰησοῦς Χριστὸς ἀπαρχή ἐστι τῶν κεκοιμημένων, ἀναγκαῖόν ἐστι πολλοὺς εἶναι ὧν ἐστιν οὗτος ἀπαρχή· καὶ ζητοῦμεν πότερον πάντων ἀπαρχή ἐστιν ἢ πολλῶν; Χριστὸς γάρ φησιν ἀπαρχὴ τῶν κεκοιμημένων. εἰ μὲν οὖν μὴ ε<ἴ>χομεν λέξιν ἀπὸ τῆς ἀρχῆς, κἂν ἐλέγ<ο>μεν, δύσφημόν τι νομίσαντες εἶναι κατὰ τὸν τόπον τὸ λέγειν αὐτὸν ἀπαρχὴν πάντων εἶναι, ὅτι ἀπαρχή ἐστι τῶν κεκοιμημένων δικαίων μόνων οὐχὶ δὲ τῶν λοιπῶν. νυνὶ δὲ καὶ αὐτὸς ὁ ἀπόστολος λέγει Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· πῶς ἐπί τινας αὐτὸς λέγει ὅ τι ἐπὶ πάντας; ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ, οὐκ εἴρηκεν Οἱ δίκαιοι ζωοποιηθήσονται <ἀλλὰ πάντες ζωοποιηθήσονται>. Εἶτα ἵνα μὴ ταραχθῇς καὶ εἴπῃς Ἆρα οὖν μάτην ἐμοὶ ὁ κάματος ὁ τοσοῦτος ἀνήντληται, εἴγε Χριστὸς ἀναστὰς ἐκ νεκρῶν πάντων ἐστὶν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, λέγει Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. πάντες μὲν οὖν ἐν τῷ Ἀδὰμ ἀπέθανον, καὶ πάντες ἐν τῷ Χριστῷ ζωοποιηθήσονται· ἀλλ' εἰ καὶ ἐν τῷ Ἀδὰμ πάντες ἀπέθανον, οὐδὲν ἧττον Ἀβραὰμ δίκαιος ἦν, Ἰσαὰκ πατριάρχης ἦν, Ἰακὼβ τοὺς δώδεκα πατριάρχας γεννήσας Ἰσραὴλ ἦν· οὕτω δὲ ἐλεύσει καὶ ἐπὶ τοὺς λοιποὺς δικαίους. κατατολμῶ εἰπεῖν ὅτι ὁ μὲν ἀπόστολος εἶπεν ἀπαρχὴν εἶναι τῶν κεκοιμημένων Χριστὸν Ἰησοῦν, ἐγὼ δὲ παρ' ἐκεῖνον ποιήσαιμ' ἂν Οὗτος μὲν ἀπαρχὴ ἐπὶ ζωὴν τῶν μελλόντων ζῆν, Ἀδὰμ δὲ ἀπαρχὴ τοῦ θανάτου τῶν ἀνθρώπων γεγένηται· ἐν γὰρ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, ἐκείνου τὴν ἀπαρχὴν τοῦ θανάτου εἰληφότος· ἀλλ' ὁ μὲν Σωτὴρ θέλων τὴν ἀπαρχὴν τῆς ζωῆς ἀναλαβεῖν, ἀνέλαβεν πρῶτον τὸν θάνατον τῶν ἀποθανόντων, ἵνα καταργήσας τὸν θάνατον γένηται οὗτος ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ζώντων.