Ancient Greek
Section 83
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 83
Not analysed yet
xv 15—16 [Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. <εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται>, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Εἰ κατὰ τοῦ θεοῦ ψευδομαρτυρεῖ ὁ λέγων ὅτι Χριστὸς ἀνέστη, οὐκοῦν καὶ πᾶς ὁ λέγων ὅτι ἀνάστασις νεκρῶν· εἰ δὲ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνέστη Χριστός, δῆλον ὅτι καὶ νεκροὶ ἐγείρονται.