Ancient Greek
Section 87
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 87
Not analysed yet
xv 35—38 [Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.] [Ὠριγένους] Ἆρ' οὖν τὸ τοῦ ἀνθρώπου σπέρμα παρὰ πάντα ἐκεῖνα τὰ σώματα τῷ δημιουργῷ ἄχρηστόν ἐστιν, ὡς ἐλπίζειν μὲν ἀνάστασιν εἶναι νεκρῶν, εἰ δεῖ οὕτως εἰπεῖν, ἐλαϊκῶς καὶ ἀμπελικῶς καὶ σιτικῶς, καὶ ἀπὸ τῆς κιγχραμίδος τῆς συκῆς ἀνίσταται τηλικαύτη συκῆ, καὶ οὐ γελᾷς τοῦτο ὃ ἐπὶ τῇ πείρᾳ βλέπεις; καὶ εἴτις σοι λέγει ὅτι ἀπὸ τούτου τοῦ βραχέος ἐγείρεται συκῆ καρποφοροῦσα, τῇ πείρᾳ μαθὼν οὐ καταγελᾷς· ἐπεὶ δὲ οὐδέπω ἦλθεν ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ οἶδας ὅτι καὶ ἐπὶ τῶν ἄλλων πάντων σπερμάτων οὐ πᾶς καιρὸς ἐπιτήδειός ἐστι πρὸς τὸ ἀνατεῖλαι τὰ σπέρματα; ἀλλ' ἐγείρεται κόκκος σίτου τῷδε τῷ καιρῷ τοῦ ἐνιαυτοῦ· ἐγείρεται τὸ γίγαρτον τῇδε τῇ ὥρᾳ τοῦ ἐνιαυτοῦ· ὁ πυρὴν τῆς ἐλαίας κατὰ τόνδε τὸν μῆνα, οὐ κατὰ πάντα χρόνον. θέλεις δὲ ἐπὶ τοῦ σώματος τοῦ ἀνθρώπου, ἵνα πιστεύσῃς, κατ' ἐνιαυτὸν ὡς τὸ γίγαρτον, ὡς τὴν ἐλαίαν, ἀνίστασθαι τοὺς νεκροὺς καὶ οὐχὶ ἕνα καιρὸν παράδοξον ὄψει ἵνα εἰδῇς τὴν ἀνάστασιν τῶν νεκρῶν; τίς ὁ εἷς καιρός; ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. ἵνα μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν μηκέτι ᾖς ἐν τῷ αἰῶνι τῷ ἐνεστῶτι πονηρῷ. Ἰησοῦς γὰρ Χριστὸς πέπονθεν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ· καὶ ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. καλῶς οὖν ὁ θεὸς καὶ τοῦτο μετὰ τῶν ἄλλων ᾠκονόμησεν.