Ancient Greek · ~1 min
Section 88
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 88
Not analysed yet
xv 51 [Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμησόμεθα πάντες δὲ ἀλλαγησόμεθα.] [Ὠριγένους] Πάντας τοὺς ὁμοίους ἑαυτῷ ὁ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς α ζῶντας καλεῖ· ὁ γὰρ τῶν ζώντων θεὸς καὶ Παύλου καὶ τῶν ὁμοίων αὐτοῦ θεός ἐστιν.