Ancient Greek · ~12 min
Section 89
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 89.1
Not analysed yet
xvi 10—12 [Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.] [Ὠριγένους] Κατὰ τὰς ἀρχὰς τῆς ἐπιστολῆς ἔφασκεν Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν· ἕκαστος γὰρ ὑμῶν, φησί, λέγει Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ—τούτου περὶ οὗ φησι τοιαύτης στάσεως καὶ ταραχῆς οὔσης ἐν τῇ Κορινθίων ἐκκλησίᾳ. ὁ θαυμάσιος οὗτος Ἀπολλὼς ἐπίσκοπος ὢν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον ὡς ἐπὶ κριτὴν κατέφυγεν τὸν ἀπόστολον. Παῦλος τὰ τῆς ἀποστολῆς ἐποίει· οὐκ ἦν αὐτῷ τὰ πράγματα ἐπιβάλλοντα διατρίβοντι ἐν τῇ Ἀσίᾳ τότε καταλιπεῖν τὰ ἐν τῇ Ἀσίᾳ καὶ γενέσθαι εἰς τὴν Κόρινθον· ἀλλ' ἀνθ' ἑαυτοῦ ἐξελέξατο Τιμόθεον καὶ ἔπεμψεν αὐτὸν διορθωσόμενον τὰ ἐν Κορίνθῳ καὶ ἀναγκαίως μετὰ τῆς ἐπιστολῆς πέμπων αὐτὸν παρακατατιθέναι τῇ ἐκκλησίᾳ. ὅτε γὰρ ἐπεδήμουν οἱ ἅγιοι ὠφελοῦντες τοὺς ἀκούοντας, οὐκ ἐν ἀσθενείᾳ παρεγίνοντο οὐδὲ ἐν φόβῳ οὐδὲ ἐν τρόμῳ· ὅτε δὲ παρεγίνοντο πρὸς τοὺς ἀσθενεστέρους, ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπεδήμουν· τοιοῦτοι ἦσαν Κορίνθιοι, ὥστε οὐ Παῦλον τὸν μέγαν ἐπιδημεῖν αὐτοῖς ἀλλὰ τὸν ἀσθενῆ, καθὸ ἔλεγεν Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. καὶ διὰ τοῦτο ἔλεγεν Κἀγὼ ἐν ἀσθενείᾳ ἐγενόμην πρὸς ὑμᾶς· διὰ τοῦτο καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγένετο, ὅπως τῶν ἀκουόντων περιγένηται. ἐπειδὴ οὖν τὸ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπιδημεῖν τὸν μέλλοντα ὠφελεῖν περὶ τοὺς ἀκροατάς ἐστιν, παρακαλεῖ νῦν τοὺς Κορινθίους ἵνα ἀφόβως γένηται Τιμόθεος πρὸς αὐτούς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· ὅπερ ἐγὼ <ἐ>πεποιήκειν ἂν ἐπιδημήσας ὑμῖν, τοῦτο ποιεῖ ὑμῖν ὁ Τιμόθεος. μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· εἰ γὰρ τοῦτον ἐξουθενεῖτε, κἀμέ· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· νῦν μὲν ἔρχεται πρὸς ὑμᾶς εἰρήνην ποιήσων. στάσιν γὰρ ὑμῶν εὑρίσκει ἐν τῇ ἐκκλησίᾳ· ἀλλ' ὁμονοήσαντες καὶ διορθωθέντες ἐκ τῶν λεγομένων ὑπ' αὐτοῦ <καὶ> εἰρήνην ἀναλαβόντες, προπέμψατε αὐτὸν ἐν τῇ ὑμετέρᾳ ὁμονοίᾳ καὶ εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ. ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν· ποίων ἀδελφῶν; περὶ ὧν προεῖπεν ὅτι Οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολῆς, τούτους πέμψω. ἐκδέχομαι οὖν ἀκούων αὐτὸν ἐπανελευσόμενον, ἀπαγγέλλοντά μοι τὰ καθ' ὑμᾶς. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα ἔλθῃ νῦν. ἄνθρωπος ἦν, ὡς εἰκός, ἅγιος, εἰρήνης φίλος, καὶ βλέπων στάσιν καὶ ταραχὴν ἐν τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ, οὐκ ἐπεδικάζετο τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθον, οὐκ ἀπιθήσας τῷ ἀποστόλῳ· οὐ γὰρ ἂν οὕτως συνέστησεν αὐτοῦ τὸ δοκοῦν, οὐχ ὑποτεταγμένον· λέγει γὰρ Πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· οἷον· οὐκ ἄνευ θελήματος θεοῦ πεποίηκεν τὸ μὴ ἐλθεῖν αὐτὸν πρὸς ὑμᾶς· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. πότε δὲ εὐκαιρεῖ; ἐὰν ὑμεῖς εἰρηνεύητε, ἐὰν Τιμόθεον μὴ ἐξουθενήσητε.