Ancient Greek · ~10 min
Volume 12
Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.269
Not analysed yet
περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβενὴρ, υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα, εἶτα ἐπιφέρει· «Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου.» Δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ κολάσεως καὶ βασάνου, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπό τε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχόμεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σοφοῦ, καὶ δικαίου, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν· κατὰ δὲ τὸ ἐφαρμόζειν, ἢ μὴ, τῇ ἀγαθότητι αὐτοῦ, καὶ δικαιοσύνῃ, καὶ σοφίᾳ τὰ λεγόμενα, Θεοῦ σωτῆρος δεόμενοι. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· «Ἐσκλήρυνε Κύριος ὁ Θεὸς τὴν καρδίαν Φαραὼ,» ὑπονοοῦμεν. Ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ Θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιριωτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν, αἱ μέν εἰσιν ἐπὶ πλεῖον, αἱ δὲ ἐπ' ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τ' αὖ βοηθήματα, ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει, καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ, ὥσπερ εἰπεῖν, μόνον ἅψασθαι αὐτῆς. Μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος Γραφὴ, σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, καὶ συμβεβηκέναι αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως· ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι, καὶ λιμοῖς πολυχρονιωτέροις, ἢ ὀλιγοχρονιωτέροις. Ἀπεμφαινόντως δὲ ἐν τῷ· «Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσι.» Τάχα γὰρ ἐπὶ πλεῖον ἀφιεμένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυτοῖς ἐγκαταλείπει· ἕως κορεσθεῖσαι ἀποστραφῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσασαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. Οἶδε δὲ ὁ τεχνίτης Θεὸς τὰς διαθέσεις ἑκάστων, καὶ ὡς ἐπιβάλλει αὐτῷ, μόνος ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν,