Ancient Greek
Volume 12
Origen, Fragmenta ex commentariis in Exodum (+ In illud: Induravit dominus cor Pharaonis) 12.272
Not analysed yet
τί χρὴ, καὶ πότε ἑκάστῳ ποιεῖν. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος τοῦ, ἵν' οὕτως εἴπω, κεχωρηκότος κακοῦ, ὁ ἰατρὸς εἰς τὴν ἐπιφάνειαν διά τινων φαρμάκων ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις, καὶ πόνους πλείονας ὧν εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος ποιεῖν αὐτοῖς ἐπὶ λυσσοδήκτων, καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν Θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. Καὶ ὥσπερ λέγει ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· Ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερος, οὐκ αἰτιάσεται, ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐργάσασθαι· ὁ δέ τις λέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν, τὸ δέον ὑγιάζειν, ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτω δὲ οἶμαι καὶ τὸν Θεὸν εἰρηκέναι τό· «Ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ·» καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς Θεοῦ λογίων, τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ Θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον τὰ γινόμενα καταπληττόμενοι ἀκολουθεῖν τοῖς Ἑβραίοις· «Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐτοῖς·» ἀποῤῥητότερον δὲ καὶ βαθύτερον τάχα, καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν, οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς ἄγοντι αὐτὸν, καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας, ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἀπὸ τοσούτου πολέμου τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι. Ἀλλ' εἰκὸς δυσπαθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγονέναι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι, μέχρι καὶ τῆς καταποντώσεως. Ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι τοῦ περὶ τῶν εἰρημένων. «Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυῒδ, τοῦ ἁμαρτωλοῦ·» ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἔτι δὲ αὐτὸς ὁ Δαυῒδ ἀπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ, καὶ τῶν εἰς αὐτὸν πιστευόντων, φησίν·