Ancient Greek · ~2 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.17
Not analysed yet
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΤΟΣ. ΚΕΦ. Αʹ. Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ. Υἱὸς Δαυῒδ καὶ ὁ Σωτὴρ λέγεται. Οὗτος εἰρηνικὸς ἡμῶν Σωτὴρ ὁ γενόμενος ἐκ σπέρματος Δαυῒδ, τὸ κατὰ σάρκα, ἐβασίλευσεν ἐν Ἰσραήλ. Διὸ καὶ ἐπεγράφη τὴν ὑπὲρ ἀνθρώπων οἰκονομίαν τελῶν· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ἰουδαῖοί εἰσιν, ὁ Ἰσραὴλ, ὧν εἰρηνικὸς Σωτὴρ βασιλεύει ὡς διορατικῶν, ἐὰν ὦσιν ἀληθῶς Ἰσραήλ. Οὐ γὰρ ὅσοι σπέρμα τοῦ Ἀβραὰμ, πάντως καὶ τέκνα, τῷ μὴ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ. Τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων κατά-