Ancient Greek · ~11 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.20
Not analysed yet
ληψις· κατὰ δέ τινας, ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής· οὐδὲν γὰρ εἰς αὐτὴν σκοτεινὸν ἐμπίπτει· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ὁ γινώσκων ἔργα σοφίας, ταῦτα γινώσκει, τουτέστι, τὸ ἀπαύγασμα τοῦ ἀϊδίου, καὶ τὸ ἀκηλίδωτον ἔσοπτρον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ τὴν εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ. Ταῦτα δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ γνῶναι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ τὴν σοφίαν τὸν Χριστόν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τοῦτο δὲ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, ἀλλ' ἀπὸ τοῦ οὐρανίου Πατρὸς ἀποκαλύπτεται. Γινώσκει δὲ σοφίαν, καὶ ὁ τὴν ἐπιστήμην εἰδὼς τῶν θείων, νομικῶν καὶ προφητικῶν, εὐαγγελικῶν τε καὶ ἀποστολικῶν λογίων. Ἐπὶ τὴν πέτραν τίθησι τὸν θεμέλιον, τουτέστιν ἐπὶ τῇ πίστει Χριστοῦ, ὡς ἀντέχειν πρὸς βροχὰς, καὶ ἀνέμους, καὶ πνεύματα, δηλαδὴ τοὺς ὁθενοῦν γινομένους πειρασμούς. Εἰ δέ φησιν ὁ Λουκᾶς ὡς ἐπῄνεσε τὸν οἰκονόμον τῆς ἀδικίας, κατεχρήσατο, τὸν ἔπαινον ἐπὶ τῆς ἐντρεχείας λαβὼν, διά τε τῆς διανοίας ὀξύ· ὅπερ ἔοικε δηλοῦσθαι κἀν τῷ, Ὁ δὲ ὄφις φρονιμώτατος πάντων τῶν θηρίων, καθ' ὃ λέλεκται καὶ τὸ, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις· οἱονεὶ μὴ ἄπειροι τῶν τοῦ ὄφεως πανουργημάτων. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Τίνα διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα, κατανοήσωμεν· καὶ πρῶτον τί ποτέ ἐστι παραβολὴ ἴδωμεν, ἀφ' ὧν ἔχομεν εὐαγγελικῶν ἀφορμῶν. Ἐχρήσαντο γὰρ τῷ ὀνόματι τῆς παραβολῆς ἄλλοι τε, καὶ Ματθαῖος οὕτως· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἔστι τοίνυν παραβολὴ λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων. Οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν τὸ, Ἐξῆλθεν ὁ σπείρων, ὡς λέγομεν γεγονέναι τὰ τῆς ἱστορίας· πλὴν δυνατὸν γενέσθαι κατὰ τὸ ῥητόν· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων, κ. τ. ἑ. Ἐγὼ μέντοι νομίζω τοῖς ἔξω λαλοῦντα τὸν Ἰησοῦν ἐν παραβολαῖς, οἷς, διὰ τὸ εἶναι ἔξω, οὐκ ἐδέδοτο εἰδέναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἐξεληλυθέναι τῆς οἰκίας, ὡς ὁ Ματθαῖος ἀνέγραψεν, οὐ χωρὶς αἰτίας καὶ λόγου ποιήσας τὸ, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Ἔπρεπε γὰρ πρὸς τοὺς μὴ χωροῦντας εἰσελθεῖν αὐτοὺς εἰς τὴν οἰκίαν, ἀλλ' ὄντας ἔξω αὐτῆς, ἐξελθεῖν αὐτῆς. Ὅτι δὲ τοιοῦτόν τι τῷ Ματθαίῳ κατὰ τὸν τόπον νενόηται, σαφὲς ἔσται τῷ τετηρηκότι τὰ ἐπιφερόμενα· Ἀφεὶς γὰρ, φησὶ, τοὺς ὄχλους, εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, καὶ τοῖς μαθηταῖς ἀνακαλύπτει τὰ τῆς παραβολῆς. Παρατήρει γὰρ ἐν τούτοις τίνα τρόπον τοῖς ὄχλοις ἐν παρα-