Ancient Greek · ~8 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.32
Not analysed yet
ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύσει· οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. Ἢ ἐπειδὴ τῶν ἀνδρείων τὸ φρόνημα καὶ ἡ ψυχὴ τιμία, ὅμως καὶ ταύτας ἀγρεύει. ΚΕΦ. Ηʹ. Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Τὸ, ἤμην, ἐπὶ Θεοῦ χρόνον οὐ προσημαίνει· χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τὸ, Ἤμην ἐν ἀγορᾷ. Εἰ δὲ παρὰ Θεῷ ἦν ἁρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος καὶ αὐτή. ΚΕΦ. Ιʹ. Αὕτη πλουτίζει. Εἰ πᾶς ὁ εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται· οὗτοι ἄρα πλούσιοι ἦσαν. Ἐν γέλωτι ἄφρων πράσσει κακά. Πράττων τὰ κακὰ ἥδεται καὶ χαίρει. Ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν, πρακτικὴν ἀρετήν. ΚΕΦ. ΙΑʹ. Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους. Οἶκος ὁ Θεὸς ἡμῶν ἐστιν ἐν ᾧ κινούμεθα καὶ ἐσμέν. Ὁ ἐν ταῖς ἐντολαῖς οὖν τοῦ Θεοῦ μὴ περιπατῶν συγκληρονόμος ἔσται τῶν ἐναντίων δυνάμεων. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καρπὸς δικαιοσύνης τὸ τέλος τῆς ἀρετῆς. Τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλὼν, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. ΚΕΦ. ΙΒʹ. Ἑαυτοῦ φίλος ἔσται. Τοῦτον τὸν στίχον ὅλως οὐ μέμνηται Ὠριγένης· εὑρέθη δὲ ἔν τισιν ἀντιγράφοις· οὔτε γὰρ παρὰ τοῖς Οʹ, οὐδὲ παρ' ἄλλοις κεῖται. ΚΕΦ. Ιϛʹ. Θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτὸν, εἴπερ ὁ ἅγιος ἀπαθής· ἢ τὸν θυμὸν ἀλληγορητέον. ΚΕΦ. ΚΕʹ. Ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνάξεις. ΚΕΦ. Λʹ. Τρία δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. Ἀδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται· ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι. Ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρχόντων εἰρῆσθαι. Μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλει-