Ancient Greek · ~9 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.29
Not analysed yet
τιούμενοι τῇ στοιχειώδει νεότητι. Παρὰ δὲ τοῖς ἐκκλησιαστικοῖς διδασκάλοις σύμφωνα τοῖς ἐν ἀρχῇ στοιχείοις τὰ τέλη. ΚΕΦ. Γʹ. Τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Μετὰ τὰ προστακτικὰ καὶ ἀπαγορευτικὰ τοῦ νόμου τοῦ Θεοῦ, τὰ ῥήματα τῆς σοφίας τοῦ Θεοῦ ἀπαγγέλλει τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐκ Σιὼν ἐξελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ τηρῶν τοὺς νόμους ἀναλήψεται τὴν σοφίαν. Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς δικαιοσύνην· τρυγήσατε εἰς καιρὸν ζωῆς. Εἶθ' ἑξῆς τῷ πρακτικῷ ἐπιφέρεται· Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Ἐὰν ἐν σοφίᾳ ποιῇς τὸ πραττόμενον, υἱὸς ἔσῃ Θεοῦ, ὡς εἴρηται· Πάντα ἐν σοφίᾳ ἐποίησας. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Τὸ τῆς τιμῆς ὄνομα συνήθως ἐπὶ δόσεως ἡ θεία λαμβάνει Γραφή· Χήρας γὰρ, φησὶ, τίμα, τὰς ὄντως χήρας, ἀντὶ τοῦ, Μεταδίδου, ἵνα μὴ ταπεινώσῃ τὴν χήραν, ἐλεημοσύνην μὴ εἰπών. Καὶ ὁ Σωτὴρ δέ φησι· Γέγραπται ἐν τῷ νόμῳ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ τὰ ἑξῆς. Ἀπὸ δικαίων δὲ πόνων εἶπεν, ἵνα μὴ ἐξ ἁρπαγῆς εἴη καὶ πλεονεξίας. Καὶ μηδεὶς ὀκνείτω διδόναι· ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιουσίας βαλόντας. Πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν Θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. Δεῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκκλησίᾳ καὶ πένησι· καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον Θεῷ τὴν εὐχήν· καὶ τῶν λόγων ἀπαρχὴν διδόναι προσήκει, ψαλμούς. Οὕτω γάρ σοι ῥηθήσεται· Καὶ εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου· λέγει δὲ τὰ τῆς ψυχῆς. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν, ἑκατονταπλασίονα καρποφοροῦσα. Αὕτη δὲ ἐκ τῆς πιότητος, ἥ ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ' αὐτῇ τοῦ Θεοῦ. Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτουσαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνατέμνειν αὐτά. ΚΕΦ. Εʹ. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. Ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι. ΚΕΦ. ϛʹ. Γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Καὶ ἡ