Ancient Greek · ~4 min
Zu Job. 1, 17.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Job. 1, 17.
Not analysed yet
Διά Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ’ οὐχ ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· »Ὁ νόμος Κυ- »ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς«. πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο«, τῆς χάριτος δι᾿ ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου Παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ’ ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ »Ὁ ὀπίσω ’μου ἐρχόμενος ἔμπροσθεν μου γέγονεν« εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ’ εἰ καὶ ὀπίσω ἐλήλυθεν, ἀλλ᾿ οὐν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν Πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου.