Ancient Greek · ~3 min
Zu Job. 2, 11.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Job. 2, 11.
Not analysed yet
Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ. Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τούτους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.]] ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ᾿ αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμω τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελφοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ καθ’ ὁμολογὶαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν. [[τοῦτο γὰρ ὁ Μω¨θσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπιβαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ’ ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πληοίον. ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει]], ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει.