Ancient Greek · ~3 min
Zu Joh. 17, 11.
Origen, Fragmenta In Evangelium Joannis (In Catenis) Zu Joh. 17, 11.
Not analysed yet
Ὅτι] Τὸ »Ἓν« πολλαχῶς λέγεται καὶ καθ’ ὁμοιότητα καὶ καθ’ ἕτερα πολλά· καὶ κατὰ μὲν συμφωνίαν, ὅταν εἴπῃ ὅτι »Τὸ πλῆθος τῶν πιστευσάντων ἦν ἡ καρδία μία καὶ ἡ ψυχὴ μία«, καθ’ ὁμοιότητα δέ, ὡς ὅταν λέγῃ· »Καὶ γὰρ ἡμεῖς πάντες έν ἑνὶ πνεύματι εἰς ἓν σῶμα ἐβαπτίσθημεν‘ καθ᾿ ὁμοιότητα τῆς φύσεως· καὶ ὡς τὸν Ἀδὰμ ἀρχὴν καὶ κεφαλὴν ἔχοντες κατὰ φύσιν ἡμῶν γεννήσεως ἓν σῶμα λεγόμεθα οἱ πάντες ἔχειν, οὕτως καὶ τὸν χριστὸν κεφαλὴν ἐπιγραφόμεθα διὰ τῆς θείας ἀνγεννήσεως ἥτις γέγονε τύπος ἡμῖν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ὃς πρωτότοκος ἐκ νεκρῶν ἀναστάς. ἐπιγραφόμεθα αὐτὸν κεφαλὴν κατὰ προτύπωσιν τῆς αὐτοῦ ἀναστάσεως »οὐτινος ἐσμὲν μέλη ἐκ μέρους καὶ σῶμα διὰ τοῦ πνεύματος »εἰς ἀφθαρσίαν ἀναγεννώμενοι«.