Ancient Greek · ~1 min
Page 8
Origen, Fragmenta in evangelium Matthaei 8
Not analysed yet
παθεῖν. ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματώσεως. εἰ δὲ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες (ὡς ἀκόλουθα αὐτοῖς τιθέντες) οὐδὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν· ὅπερ κἂν βούλωνται ποιῆσαι οὐ δυνήσονται.