Ancient Greek
Chapter 32
Origen, Fragmenta in Ezechielem 32
Not analysed yet
2. Cod. f. 229 a. XXXII. 6. Καὶ τοῦτο ἐν τοῖς μάλιστα τὴν ἀλληγορίαν δείκνυσι τῆς Γραφῆς· ὁ γοῦν Φαραὼ σωματικῶς οὐκ ἂν ἀπὸ τῶν προχωρημάτω αὐτοῦ ποτίσαι τὴν γῆν, ἀλλʼ ἡ σκυβαλώδης ἔκκρισις τοῦ ἀντικειμένου ποτίζει τὰ γήϊνα. 3. Cod. f. 222 b. XXXII. 23. Ὁ Ἑβραῖος ἐν μήκει λάκκου ἔχει· τὸ γὰρ ἰαρὴχ κατὰ τὴν Ἐβραίων φωνὴν δασέως προφερόμενον, καὶ μηρὸν, καὶ μῆκος σημαίνει· τὸ δὲ αὐτῆς πρὸς τὴν συναγωγὴν ἔχει τὴν ἐπίδοσιν· λάκκον οὖν καλεῖ τῆς ταφῆς τὸ βάθος· μῆκος δὲ, τῆς ταφῆς τὴν ἔκτασιν.