Ancient Greek · ~2 min
Jerem. 23, 30.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 23, 30.
Not analysed yet
Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· »ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.