Ancient Greek · ~1 min
Jerem. 27, 29.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 27, 29.
Not analysed yet
Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· »οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη«. >ὀλίγοι< γὰρ ὄντως >οἱ σῳζόμενοι καὶ διὰ τῆς στενῆς εἰσερχόμενοι θύρας<. παραγγέλλεται δὲ πᾶς ἐπὶ τὴν >πλατεῖαν καὶ εὐρύχωρον< Βαβυλῶνα τόξον ἐντείνων, μηδένα ταύτης περιποιήσασθαι.