Ancient Greek · ~1 min
Jerem. 36, 21.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 36, 21.
Not analysed yet
τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐχαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυτερίω συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ »οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος« καὶ τὰ ἐπὶ τούτοις;