Ancient Greek · ~2 min
Jerem. 38, 16—18.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 38, 16—18.
Not analysed yet
Γέγραπται καὶ ἐν τῷ Βαρούχ· »τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνεμιάνθης τοῖς νεκροῖς«. ὅταν μὲν γὰρ δίκαιοι ἐπιβαίνωσι, γῆ ἁγίων ἐστίν· ἵταν δὲ πολλοὶ ἁμαρτωλοὶ ὦσι, γῆ τῶν ἐχθρῶν. οὕτω δέ, φησίν, ἐπιστρέψουσιν ὡς εἶναι μόνιμον τοῖς σοῖς τέκνοις τὸ ἐπιστρέψαι ἀπὸ γῆς ἐχθρῶν, τοῖς ὑπὸ σοῦ ὠφεληθεῖσι καὶ σοῖς καρποῖς. καῖ ἐν Ἐξόδῳ δὲ γέγραπται ὅτι »εἰσήκουσεν ὁ θεὸς τοῦ λαοῦ, τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ τῶν ἔργων«· ὅμοιον τῷ ἐνταῦθα κειμένῳ, ἀλλ᾿ οὐ περὶ πάντων, ἀλλὰ περὶ Ἐφρῒμ ὀδυρομένου. Ἐφραῒμ δὲ ἑρμηνεύεται Καρποφορία.