Ancient Greek · ~3 min
Jerem. 38, 23. 24.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 38, 23. 24.
Not analysed yet
Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ᾿ οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· »κηρύξαι αἰχμαλώτοις ἄφεσιν«· οὐ γὰρ καθ’ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἄν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ »καὶ ὑμεῖς ἐν ἐμοί«, οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὅ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολοηούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· »λέγε« γὰρ »σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς«. εἰσὶ γὰρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ κἲ γεύργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· »θεοῦ γεύργιον, θεοῦ οἰκοδομή ἐστε«. ἐν ᾦ γὰρ οἰκοδομεῖται τὰ παρὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις.