Ancient Greek · ~2 min
Jerem. 39, 7. 8.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 39, 7. 8.
Not analysed yet
Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ’ οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρπὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ- κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ.