Ancient Greek · ~1 min
Jerem. 48, 2.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 48, 2.
Not analysed yet
Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονηρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύσειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ.