Ancient Greek · ~2 min
Jerem. 7,21.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 7,21.
Not analysed yet
Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λ΄΄ογια δίδωσι λέγοντα· »θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον«, καὶ »θύσατε θυσίαν δικαιοσύνης«. τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· »εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους«. ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«.