Ancient Greek · ~1 min
Jerem.11,11.12.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem.11,11.12.
Not analysed yet
Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐτοῦ. οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται,ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ᾿ ἐξέχεσθαι δεῖ θεοῦ, διὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ᾿ αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος.