Ancient Greek · ~3 min
Ι Κön. 19, 5-7.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) Ι Κön. 19, 5-7.
Not analysed yet
Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὀ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ. τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀναχωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε, καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὁλυρίτης ἐγκρυφίας τύπος ἦν. οὐ καὶ δεύτερον κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἠ ὁδός. <μὲν οὖν τὸ πρωὶ· ἔφερον τῷ Ἠλίᾳ οἱ <ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἶς ἦν· »τὸ πρω· ὶ· πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὄτι ἐγὼ κύριος ὀ θεὸς ὐμῶν«), <δὲ τὸ <παραπλησίως· »τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα«).