Ancient Greek · ~3 min
Ι Kön. 2, 5. 6. 8. 9.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) Ι Kön. 2, 5. 6. 8. 9.
Not analysed yet
Ζητεῖται πῶς ὁ Δαβὶδ τῷ Σεμεΐ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ᾿ οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὀ Δαβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεΐ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ Δαβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ Δαβὶδ καταστήσαμτα. ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ, συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὀ Δαβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ’ ἑαυ- τοῦ Σολομῶν πάντως ἐποίει, ἵν ὅταν ἀναιρεθῶσιν ὑπ αὐτοῦ τουτέστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ ἑαυτοῦ κατ᾿ αὐτῶν κινηθείς.