Ancient Greek · ~1 min
Ι Sam. 19, 23. 24.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) Ι Sam. 19, 23. 24.
Not analysed yet
Ἐπειδὴ δυνατὸς ἦν ὀ Σαοὺλ πλῆθος ἔχων βοηθοῦν αὐτῷ κακῶς κατὰ τοῦ Δαβίδ, οἱ δὲ δύο μόνοι μόνοι ἐδιώκοντο ὁ Σαμουὴλ καὶ ὁ Δαβίδ, ἡ τοῦ θεοῦ χάρις ποιεῖ προφητεύειν τὸν Σαοὺλ οὐ μόνον ὄσα κατ᾿ αὐτοῦ ἦν, ἀλλὰ καὶ τὰ ὑπὲρ τοῦ Δαβίδ, καὶ ῥίπτει γυμνόν, προσημαίνουσα ὅτι γυμνωθήσεται τῆς βασιλείας.