Ancient Greek · ~3 min
Ι Sam. 21, 4.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) Ι Sam. 21, 4.
Not analysed yet
Βεβήλους λέγει νῦν οὐ τοὺς ἀκαθάρτους, ἀλλὰ τοὺς οὐχ ἁγίους, πρὸς ἀντιδιαστολὴν τῶν ἀγίων ἄρτων τῶν ἐπὶ τῆς τραπέζης παρατιθεμένων. ἒξ γὰρ εἶχεν ἄρτους ἡ τράπεζα διαπαντὸς ἀλλασσομένους ὑπὲρ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οὓς ἐνωπίους ἐκάλουν, ὡς εἶναι ἕκαστον τῶν ἄρτων ὑπὲρ δύο φυλῶν προσφερόμενον, τοὺς δὲ ὑπὲρ τῶν δώδεκα φυλῶν. τί οὖν ἐκ τούτου καλὸν ἐγίνετο; τὰς φυλὰς τοῦ Ἰσραὴλ πρὸς ὀμόνοιαν συνάπτεσθαι. τί δὲ κρεῖττον προεσημαίνετο; τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρώτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραηλ, ὡς εἶναι ἓξ ἄμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν. {Ἂρτος λαϊκὸς οὐχ ὅτι οἱ μὴ ἅγιοι βέβηλοι, ἀλλ᾿ ὅτι πρὸς τὸ συγκρινόμενοι.