Ancient Greek · ~2 min
II Sam. 16, 10—12.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) II Sam. 16, 10—12.
Not analysed yet
Ωστε καὶ ἐντεῦθεν δείκνυται ὄτι, ὄπερ ὀ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὄτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἠ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν Δαβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν Δαβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι. ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου. καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς έν τῇ ἡμέρᾳ ταύτῃ. φανερὸν γὰρ ὄτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὄ δὲ οὐκ ἤρεσκεν, οὐκ ἄν ἐνετείλατπ ποιεῖν.