Ancient Greek · ~7 min
II Sam. 21, 2. 6. 9. 11.
Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum) II Sam. 21, 2. 6. 9. 11.
Not analysed yet
Εἰ έν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὀ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ᾿ ὠν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ’ οἱ μηδὲν ἠδικηκκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς ἰσοπολίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἄν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὐπωπτεύετό ποτε ἀντι- ποιεῖσθαι τοῦ βασιλικοῦ ἀξιώματος διά τε τοῦτο ἐπαναστήσεσθαι τῷ Δαβὶδ καὶ τοῖς τούτου παισίν. τὸ δὲ ἐξηλίασαν αὐτοὺς οἱ Γαβαωνῖται ἐναντίον κυρίου ἐν τῷ ὄρει ἀντὶ τοῦ ἀναιρεθέντας οὐκ ἔθαψαν, ἀλλ’ εἴασαν ὑπὸ τὸν ἤλιον κεῖσθαι. καϊ ἐξελύθησάν φησιν καὶ ἔλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ τῶν ἀπογόνων τῶν γιγάντων. πάντως που βούλεται λέγειν ὄτι τοὺς ὑπὸ τὸν ἥλιον τεθέντας λαβὼν ὀ γίγας ἀνείλετο ἐκλελυμένους ἤδη ὑπὸ τῆς ἡλιακῆς φλογός. {Ὁ λόγος ὁ κατὰ τοὺς Γαβαωνίτας ἄγνωστος καθέστηκεν, πού γε εἴπωμεν ὅτι, ἡνίκα ἐκάθητο ἐν Γαβεὲ τοῦ πολεμεῖν, καὶ ἐτροπώσατο τοὺς ἀλλοφύλους ὁ Σαοὺλ καὶ ἀπώλεσεν μετ᾿ αὐτῶν καὶ τοὺς Γαβαωνίτας. καὶ ἔστι τὸ διήγημα ἐν τριακοστῷ δευτέρῳ καὶ τριακοστῷ τρίτῳ ἀριθμῷ τῆς πρώτης Βασιλείας καὶ τριακοστῷ ἑβδόμῳ, ἔνθα φησίν· »καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ« καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τὸ ῥητόν, τοῦτό ἐστι· Σαοὺλ ἠδίκησεν κατ᾿ αὐτοῦ, καὶ ἐκ τοῦ αὐτοῦ αὐτοῦ γεγένηται ἠ ἐκδίκησις τῆς ἀδικίας ἡ ἐπὶ Ἰησοῦν. Οὐκ ἀδικοῦνται δὲ συναιρούμενοι τῷ ἐν ἀρχῇ οἱ ἐξ ἐκείνου τὸ εἶναι λαχόντες. ὅθεν γὰρ ἔσχον τὸ εἶναι, ἐντεῦθεν τὸ μὴ εἶναι ἔχοντες, εἰ δέ τινος ἀγαθοῦ δι᾿ ἑαυτοὺς ἠσαν ἄξιοι, ὔστερον τοῦτο κομιζόμενοι.