Ancient Greek · ~2 min
ANHANG., 1, 1 (Hom. 1) >καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται<
Origen, Fragmenta in Lucam (in catenis) 1, 1 (Hom. 1) >καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται<
Not analysed yet
Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβε, σαφώς ώμολόγησεν ειπών· >καθὼς παρέδοσαν ἡμῖν οἱ απ' ἀρχῆς αὐτόπται και ὑπηρέται γενόμενοι τοῦ λόγου<. Καὶ χρή τούτῳ μὲν και Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ ΜατΘαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. Τὰ οὺν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ μόνον τὴν ὄψιν τῶν ἑωρακότων τιμών- των, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζό- μενοι δίκαιον παρ' ἠμῶν.