Ancient Greek · ~2 min
ANHANG., 1, 6 (Hom. 2) >ἦσαν δέ δίκαιοι ἀμφότεροι<
Origen, Fragmenta in Lucam (in catenis) 1, 6 (Hom. 2) >ἦσαν δέ δίκαιοι ἀμφότεροι<
Not analysed yet
Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· >ἐὰν φυλάξῃς τὰ προστάγ- ματα κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τόν οἶνόν σου καὶ τὸ ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδέ στεῖρα<· εἰ οὖν >δίκαιοι< οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ μεγάλοις τισὶ προβιβαζομένοις παρὰ θεοῦ ὡς Ἰσαάκ καὶ Σαμψὼν καὶ Σαμουὴλ ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς ἐστιν.