Ancient Greek · ~2 min
ANHANG., 1, 17 (Hom. 4) >καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ<
Origen, Fragmenta in Lucam (in catenis) 1, 17 (Hom. 4) >καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ<
Not analysed yet
>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ >ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.