Ancient Greek · ~2 min
ANHANG., 1, 17 (Hom. 4) >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<
Origen, Fragmenta in Lucam (in catenis) 1, 17 (Hom. 4) >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<
Not analysed yet
τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ πρὸς Ἰωάννην. Ἀλλὰ μὴ ὡς ἡ ἀκολουθία τῆς φύσεως βούλεται τέκνων ἀκολουθεῖν μᾶλλον πατράσιν, οὐ πατέρας δουλεύειν υἱοῖς· ἀλλ᾿ ἐπεὶ βούλεται τῷ λαῷ δεῖν τὸν ἀρχαῖον ἀκολουθεῖν, ὃς χώρᾳ ἦν πατέρων, ὁ δὲ δεύτερος καὶ νέος ἐν χώρᾳ υἱῶν —>ἀντὶ< γὰρ >τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σοι< —ἀντιστρέφει τὴν ἀκολουθίαν· καὶ γὰρ γὰρ ἀποκαθιστᾷ τὴν συναγωγὴν ὑπὸ τὴν ἐκκλησίαν. Ἑρμηνεύων δέ, τίνες οἱ πατέρες, τίνες δὲ τὰ τέκνα, ἐπιφέρει· >καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων<. Δεῖ τοὺς παλαιοὺς παρὰ Ἰουδαίοις τῇ φρονήσει τῶν δικαίων ἀκολουθῆσαι.