Ancient Greek · ~1 min
ANHANG., 1, 22 (Hom. 5)>ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς<
Origen, Fragmenta in Lucam (in catenis) 1, 22 (Hom. 5)>ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς<
Not analysed yet
Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, ἀναλαμβόνων αὐτὴν καὶ παυόμενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.