Ancient Greek · ~1 min
ANHANG., 1, 80 (Hom. 11) >ἦν ἐν ταῖς ἐρήμοις<
Origen, Fragmenta in Lucam (in catenis) 1, 80 (Hom. 11) >ἦν ἐν ταῖς ἐρήμοις<
Not analysed yet
Οὕτω πάντα ξένα τὰ αὐτοῦ· καὶ ἡ τροφὴ ξένη, καὶ ἐκλεκτὸς ἀπὸ κόσμου ἅτε τὸν ὑπέρ κόσμον μηνύων Χριστόν, καὶ ἐν ἐρήμῳ εὐθύς, ἔξω τῆς ἐν ἀνθρώποις κακίας αναστρεφόμενος, ἵνα καὶ ἀξιόπιστος γένηται ταύτην ἐλέγχειν· οὐ πρότερον δὲ τοῖς ἐν πόλεσιν ἐπιχωριάζειν ἤρξατο, εἰ μὴ τὸ ἐν αὐτῷ πνεῦμα δημοσιεῦσαι ἑαυτὸν προετρέψατο.