Ancient Greek · ~3 min
ANHANG., 2, 1 (Hom. 11) >ἐγένετο δὲ ἐν ταῖς ἡμέραις εκείναις<
Origen, Fragmenta in Lucam (in catenis) 2, 1 (Hom. 11) >ἐγένετο δὲ ἐν ταῖς ἡμέραις εκείναις<
Not analysed yet
Ποίαις ἡμέραις; Καθ’ ἃς ἐγεννήθη ὁ βαπτιστής· ἔξ γὰρ μησὶ πρόδρομος τοῦ σωτῆρος ἐγένετο εἰς τὴν κύησιν καὶ πρὸ ἓξ μηνῶν ἐτέχθη· ὡς δέ οἱ ἀκριβέστεροι ἐπετήρησαν, καὶ πρὸ ἓξ μηνῶν τῆς ἀναλήψεως τοῦ σωτῆρος ἀπέθανεν. >Αὐγούστου< δέ φησιν πρώτως βασιλεύοντος <ἐξῆλθε δόγμα>. Πρὸ Αὐγούστου γὰρ μόνος ἐγτένετο Ἰούλιος Καῖσαρ ὁ μετὰ τοὺς ὑπάτους· τύπος γὰρ ἦν πρὸ τούτου ὑπάτους βασιλεῖς ἐνιαυσιαίους· Αὔγουστος δὲ βασιλεύσας λύει τὰς πολυαρχίας καὶ κατασχὼν παρέμεινε βασιλεύων. Ἐπεὶ γὰρ ἤμελλε τὸ κήρυγμα διατρέχειν εἰς τὰ πέρατα, οὐκ ἠδύναντο δέ οἱ ἀπόστολοι μεταβαίνειν ἀπὸ ἔθνους εἰς ἔθνος διαφόροις βασιλεῦσι παλαίοντες καὶ πολεμούμενοι παρ ἑκάστου, προομαλίζει μιᾷ βασιλείᾳ τὴν γῆν ὁ θεός, ἵνα οἱ ἀπόστολοι ὡς εἰς μίαν βασιλείαν κηρύττωσιν.