Ancient Greek · ~4 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 1 >μετὰ δὲ ταῦτα ἀνύδειξεν ὁ κύριος ἑτέρους ἐβδομήκοντα<
Not analysed yet
Ἀλλ᾿ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν ἑβδομήκοντά φησιν, ὁ δὲ Μᾶρκος λέγει, ὅτι >προσκαλεσάμενος τοὺς δώδεκα ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς εξουσίαν πνευμάτων ἀκθάρτων<. Τοῦτο δὲ τὸ >ἀνὰ δύο< ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι θεοῦ ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωϋσέως καὶ Ἀαρὼν ἐν τῷ >ἐξελθεῖν< τὸν λαὸν >ἐκ γῆς Αἰγύπτου<· τὸν Ἰσραὴλ ὁ θεὸς >ἐν χειρὶ Μωϋσέως καὶ Ἀαρων<. Καὶ >Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονή<, οἱ ἀμφότεροι ὁμονοήσαντες, κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα· καὶ Ἐλδὰδ καὶ Μωδὰδ ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. Ἀλλὰ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παράδειγμά γε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων >δύο ἐπὶ τῆς γῆς<. Ἐφαρμόσεις δὲ τούτοις καὶ >ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά<, καὶ τό· >ἀγαθοὶ οἱ δύο ὑπέρ τὸν ἕνα< Τὸ δὶ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμ- φαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας.