Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 9 >λέγετε αὐτοῖς· ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ>
Not analysed yet
Ὥσπερ εὐεργετεῖτε σώματα, οὕτω διδάσχοντες σώσατε ψυχάς. Βασιλείαν τοῦ θεοῦ ἑαυτὸν λέγει νῦν, ὡς βασιλέα καὶ θεόν· >ἤγγικεν<, φησίν, καὶ ἤδη ἐπιδημήσει ὑμῖν· ἄξιοι γίωεσθε, ἑτοιμάζεσθε εἰς ὑποδοχήν. Διαφορὰν δέ οἰκίας καὶ πόλεως καὶ ἐν Ψαλμοῖς οἶμαι εἰρῆσθαι, ἐν τῷ· >ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ ἐόν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων< ἔνθα παρατήρει, ὅτι τὸ μὲν ἔτι οἰκοδομούμενον >οἶκος< ὠνομάσθη, τὸ δὲ ἤδη φυλακῆς καὶ φρουρᾶς ἄξιον >πόλις<· ἐπὶ τῆς μέίζονος οἰκίας πόλεως τό· >δέχονται ὑμᾶς< ἔταξεν.