Ancient Greek · ~8 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 23 >μακάριοι οἱ ἀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε<
Not analysed yet
Διὰ τί δὲ >μακάριοι οἱ ὀφθαλμοῖ< τῶν μαθητῶν τοῦ Ἰησοῦ εἰσιν ἐπεὶ >πολλοὶ προφῆται ἠθέλησαν ἰδεῖν<, ὅ εἶδον οὗτοι, >οὐκ εἶδον< δέ, >καὶ ἀκοῦσαι<, ὅ ἤκουσαν, >καὶ οὐκ ἤκουσαν<; Τὸν δὲ ἴδω μεν· νομίζουσιν οἱ ἁπλούστεροι, ὅτι· πολλοὶ προφῆται προφητεύοντες τὰ περὶ ἐμοῦ ἠθέλησαν γενέσθαι κατὰ τοὺς ἐμοὺς χρόνους, ὥστε >ἰδεῖν, ἃ βλέπετε, καὶ ἀκοῦσαι, ἃ ἀκούετε>· ἀλλ' οὐκ εὐτύχησαν φθάσαι εἰς τοὺς καιροὺς τούτους, ἐν οἷς ὑμεῖς τούτων ἠξιώθητε. Τίς δέ ἡ ἀποκλήρωσις τοὺς πολλοὺς μέν προφήτας τούτων ἐπιτεθυμηκέναι, μὴ καὶ πάντας δέ; Μήποτ' οὖν, ὡς ἤδη ἀποδεδώκαμεν περὶ τοῦ Ἀβραάμ, ὅτι >εῖδε τὴν ἡμέραν Χριστοῦ καὶ ἠγαλλιάσατο< παραπλήσιον γέγονε καὶ ἐπ' ἄλλων προφητῶν καὶ δικαίων, οὐ πολλῶν, ἀλλ' ὀλίγων, ἐπὶ τὴν θέαν πεφθακότων καὶ ἐπὶ τὴν σύνεσιν, ὧν οἱ Ἰησοῦ μαθηταὶ ἠκροάσαντο; Οὖτοι οὖν ἅτε ἰδόντες, ἃ εἶδον οἱ ἀπόστολοι, καὶ ἀκούσαντες, ἃ ἤκουσαν οἱ τοῦ Ἰησοῦ μαθηταί, μαθηταί, οὐκ ἐπεθύμησαν, ὅτι εἶχον >ὡς οἱ μὴ ἔχοντες<· ἄλλοι δὲ γεγόνασι προφῆται καὶ δίκαιοι, ἐλάττονες τῆς ἐν τοῖς ἀποστόλοις θεωρίας καὶ συνέσεως, οἵτινες οὐκ ἔτυχον τῆς ἐπιθυμίας. Νῦν μὲν οὖν μακαρίξονται ὀφθαλμοὶ καὶ τὰ λοιπὰ οἶμαι οἶμαι μέλη τῶν ἁγίων, ὡς ἔχεσθαί τινος λόγου καὶ τό· >μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας<. Πῶς δὲ οὐ μακάριοι καὶ >οἱ πόδες< οἱ μὴ προσ- χόψαντες μηδέ σαλευθέντες, ἀλλ' >ὡραῖοι τῶν εὐαγγελιζομένων τὰ ἀγαθά<· καὶ μακάριαι αἱ χεῖρες, ὧν >ἡ ἔπαρσις θυσία ἑσπερινή<, καὶ ὧν ἡ ἔπαρσις νίκη μέν τοῦ Ἰσραήλ, ἦττα δέ τοῦ Ἀμαλήκ. καὶ μακαρία ἡ κοιλία, ἀφ' ἧς >ποταμοὶ ῥέουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον<· καὶ μακάρια γόνατα τὰ >ἐν ὀνόματι Ἰησοῦ καμπτόμενα<, μακαρία δέ καὶ γλῶσσα ἡ >ἐξομολογουμένη, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός<. μακάριον δὲ καὶ >στόμα< τὸ διακονούμενον λόγῳ θεοῦ καὶ >μυκ- τήρ<, δἰ ὃν λέγεται· >ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν<. [Ταῦτα εἴρηται μὲν Ὠριγένει· εἰ δὲ τῷ δοκεῖ σπουδαῖα, δοκείτω· ἐμοὶ γὰρ οὐκ ἀρέσκει ὡς ἀντιλογίας ἔχοντα.]