Ancient Greek · ~4 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 22 >πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου<
Not analysed yet
Οὐ μακρὰν τό· >πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου< ἐστὶ καὶ τό· >ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς<. Καὶ διὰ τοῦτο αὐτῷ δίδοται >πᾶσα ἐξουσία<, ἶνα >εἰρηνοποιησῃ διὰ τοῦ σταυροῦ αὐτοῦ εἴτε rd ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς<. Οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἐκ τοῦ ἔτι τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. Δικαιότατα δὲ >πάντα< παραδέδωκεν αὐτῷ ὁ πατήρ, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς παρεδόθη >ὐπὲρ πάν- των<, >ὅς ἐστι σωτὴρ πόντων ἀνθρώπων, μάλιστα πιστῶν< ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου(. Παρεδόθη δὲ καθ᾿ ὅ γέγονεν ἄνθρωπος, >ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ndv γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀμήν<.