Ancient Greek · ~2 min
ANHANG., 10, 29 (Hom. 34) >ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν<
Origen, Fragmenta in Lucam (in catenis) 10, 29 (Hom. 34) >ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν<
Not analysed yet
Ἐπαινεθεὶς μέντοι ὑπό τοῦ σωτῆρος ὁ νομικὸς ὡς καλὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου· μόνον γὰρ ἐνόμιζε πλησίον εἶναι τόν δίκαιον τῷ δικαίῶ, τὸν ἡψηλὸν τῷ ὑψηλῷ κατ’ ἀρετὴν ἐφάμιλλον, οὐκ εἰδώς, ὅτι τοῦτο διαφθείρει τὴν δικαιοσύνην τὸ μὴ ἐξ ἀγάπης, ὃ πράττει, ποιεῖν· ἐνδεὴς οὖν οὗτος τῆς ἀγάπης ἁλίσκεται καὶ τῆς πρὸς τὸν θεὸν καὶ τῆς πρὸς τὸν πλησίον.