Ancient Greek · ~3 min
ANHANG., 4, 18 (Hom. 32) >ἀπέσταλκέν με κηρῦξαι αἱχμαλώτοις ἄφεσιν<
Origen, Fragmenta in Lucam (in catenis) 4, 18 (Hom. 32) >ἀπέσταλκέν με κηρῦξαι αἱχμαλώτοις ἄφεσιν<
Not analysed yet
>καὶ τοῖς αἰχμαλώτοις ἄφεσιν<. Τινας δὲ αἰχμαλώτους φησὶν αὐτούς, οὓς πρώην αἰχμαλωτευθέντας καὶ δεσμευθέντας ὑπὸ τοῦ διαβόλου ἐλθὼν ὁ Χριστὸς καὶ καθελὼν τὸν ἀποστάτην καὶ ἀλαζόνα τύραννον τὸν Σατανᾶν ἠλευθέρωσε τῆς αἰχμαλωσίας; Τοὺς αὐτοὺς καὶ >τυφλοὺς< >τεθραυσμένους< φησίν· αὐτὸς γὰρ ἐξήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι διάνοιαν τὸ νοητὸν φῶς, ἀφῆκέν τε ἤγουν ἀπέλυσε δεσμῶν τῶν τῆς ἁμαρτίας τοὺς >τεθραυσμένους καὶ συντετριμμένους τῇ καρδίᾳ<, τοῦτ᾿ συντριβέντας ὑπὸ τοῦ βάρους τῆς ἁμαρτίας ἢ τοὺς ταπεινοὺς τῷ πνεύματι, οἷς καὶ κηρύσσει >ἐνιαυτὸν κυρίου δεκτόν<. Ποῖος δὲ οὗτός ἐστιν ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγίνετο ἢ καθ᾿ ὃν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου προσεφέρετο;