Ancient Greek · ~2 min
11, 2 >ἐλθέτω ἡ βασιλεία σου< to 45
Origen, Fragmenta in Lucam (in catenis) 11, 2 >ἐλθέτω ἡ βασιλεία σου<-45
Not analysed yet
Μηκέτι κατ' ἐμοῦ >βασιλευέτω ὁ θάνατος<, μηδ’ ἀγέτω με δἰ ἁμαρτίας αἰχμάλωτον, ἀλλ' >ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου<, ἵνα εἰς τὸ μὴ ὂν ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη. ταῦτα δ’ ἄν τις αἰτοίῃ καὶ ἐπὶ τῆς καθ' ἔνα γενομένης βασιλείας. >Ἐλθέτω ἡ βασιλεία σου<, ἶνα καταργηθῇ μὲν >πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις<, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἀμαρτία, πόντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.