Ancient Greek
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 43
Not analysed yet
Ἤ τάχα, εἰ ἡ >θεὸς< ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ >τῆς κτίσεως παρὰ τὸν κτίσαντα<, οὐδέπω >ἡγιάσθη τὸ ὄνομα< τοῦ θεοῦ οὐδὲ κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. Διδάσκει οὖν ἡμᾶς εὔχεσθαι τάχιον τὸ χρηστὸν γενέσθαι τέλος, ἶνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς >μόνῳ ἀληθινῷ θεῷ< ἡ >θεὸς< προσηγορία. Σαφῶς δὲ ταύτῃ τῇ ἐκδοχῇ ἐφαρ- μόζειν δυνάμεθα καὶ τὸ ἐξῆς· ποῖον δὴ τοῦτο; >ἑλθέτω ἡ βασιλεία σου<.