Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 3 >τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ' ἡμέραν<
Not analysed yet
Ἐπεὶ δέ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· >τὸν ἄρτον σου τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν<, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; Εἰ μὲν γὰρ, ὡς ἀποδεδώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν. εἰ δὲ τὸν σωματικὸν ἄρτον ὑπολήψονται, πῶς οὗτος τοῦ κατ' αὐτούς ἐστιν ἀγαθοῦ; ἀναγκαίως δὲ καὶ τὸ >καθ' ἡμέραν< πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἶνα κατὰ θεὸν ζήσῃ >ὁ ἔσω ἄνθρωπος<.