Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 3 >τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον ἐπιούσιον ἡμῖν τὸ καθ’ ἡμέραν<
Not analysed yet
Ἐμφαντικώτερον δὲ τὀ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<. Καὶ γὰρ ὁ ἔσω ἄνθρωπος, ὃς κυρίως οὐσία, μὴ τυχὼν ζῶντος ἄρτου ἐχθρῷ ζωῆς θανάτῳ γίνεται, ὡς τὸ σῶμα μὴ τρεφόμενον. Ταπεινοὶ δέ οἱ νομίζοντες περὶ σωματικοῦ ἄρτου λέγειν τὸν διδάσκοντα μὴ >περὶ τῆς αὔριον<, μάλιστα εἶς >τὸν ἐπιούσιον<, ἀντὶ τοῦ >τὸν ἐπιόντα< καὶ >ἐπερχόμενον< λαμβάνουσιν. Τοῦτο δὲ δῆλον ἐκ τοῦ εἰπεῖν· >οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα<, τοῦτ' ἔστιν ἡ αὔριον ἡ ἐπερχομένη· οί δὲ τοῦ Μάνεντος ἢ ἀλληγρήσουσιν, ὃ μὴ εἴωθεν, ἢ τὸν τοῦ Δημιουργοῦ ἄρτον αἰτήσουσιν.