Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 24, 50 >ἐπόρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς<
Not analysed yet
Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι >ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούς<. Ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦυντά τινα κεκοσμῆσθθαι ἐν ἔργοις διαφέρουσι κα ἐπηρμένοις παρὰ τοὺς πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν λαόν. Ὡς εἔπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι βουλόμενος τινα, ὥσπερ οὐδέ κάτω κείμεναι αἶ Μωϋσέως χεῖρες ὠφέλουν τὸν λαόν, ἀλλ᾿ ὅτε ἐπήροντο. Τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄνθρωπον πράξεσιν ὕφωσεν τὰς χεῖρας καὶ ἔσωσε τοὺς πιστεύοντας. τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· >ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ κόσμος<, τοῦτ' ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. Καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε, Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. Ἀλλως δὲ ἐπαίρει τὰς χεῖρας ὁ κύριος, δύναμιν δύναμιν τοῖς μαθηταῖς ἐντιθεὶς διὰ τῆς εὐλογίας.